...........................................
ΦΩΤΟΓΡΑΦΙΕΣ
ΚΕΙΜΕΝΑ
"Χαίροις ο ζωηφόρος Σταυρός" Ήχος πλ Α' Στιχηρά
Εσπερινού Υψώσεως Τιμίου Σταυρού
ΠΡΟΣΟΜΟΙΟΝ ΠΡΩΤΟΝ
Στίχ. Χαίροις ἀσκητικῶν
Χαίροις ὁ ζωηφόρος Σταυρός,
τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον,
ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός,
τὸ τῆς Ἐκκλησίας περιτείχισμα·
δι᾿ οὗ ἐξηφάνισται ἡ φθορὰ καὶ κατήργηται,
καὶ κατεπόθη τοῦ θανάτου ἡ δύναμις,
καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια.
Ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε,
δόξα Μαρτύρων Ὁσίων,
ὡς ἀληθῶς ἐγκαλλώπισμα,
λιμὴν σωτηρίας, ὁ δωρούμενος
τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ΠΡΟΣΟΜΟΙΟΝ ΔΕΥΤΕΡΟΝ
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ
τῶν ποδῶν αὐτοῦ.
Χαίροις ὁ τοῦ Κυρίου Σταυρός,
δι᾿ οὗ ἐλύθη τῆς ἀρᾶς τὸ ἀνθρώπινον,
τῆς ὄντως χαρᾶς σημεῖον, ὁ καταράσσων ἐχθρούς,
ἐν τῇ σῇ ὑψώσει, πανσεβάσμιε·
ἡμῶν ἡ βοήθεια, Βασιλέων κραταίωμα,
σθένος δικαίων, ἱερέων εὐπρέπεια,
ὁ τυπούμενος, καὶ δεινῶν ἐκλυτρούμενος,
ῥάβδος ἡ τῆς δυνάμεως, ὑφ᾿ ἧς ποιμαινόμεθα,
ὅπλον εἰρήνης ἐν φόβῳ,
ὃ περιέπουσιν Ἄγγελοι.
Χριστοῦ θεία δόξα,
τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος!
ΠΡΟΣΟΜΟΙΟΝ ΤΡΙΤΟΝ
Στίχ. Ὁ δὲ Θεὸς
Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Χαίροις ὁ τῶν τυφλῶν ὁδηγός, τῶν ἀσθενούντων ἰατρός,
ἡ ἀνάστασις ἁπάντων τῶν τεθνεώτων,
ὁ ἀνυψώσας ἡμᾶς, εἰς φθορὰν πεσόντας, Σταυρὲ τίμιε·
δι᾿ οὗ διαλέλυται ἡ φθορὰ καὶ ἐξήνθησεν
ἡ ἀφθαρσία, καὶ βροτοὶ ἐθεώθημεν,
καὶ διάβολος παντελῶς καταβέβληται.
Σήμερον ἀνυψούμενον, χερσὶ καθορῶντές σε,
Ἀρχιερέων, ὑψοῦμεν τὸν ὑψωθέντα ἐν μέσῳ σου,
καὶ σὲ προσκυνοῦμεν, ἀρυόμενοι πλουσίως τὸ μέγα ἔλεος.
ΜΕΛΟΣ
Χαίροις ο Ζωηφόρος Σταυρός (Ψάλλει ο Ευγένιος Χαρδαβέλλας
)
ΜΕΛΟΣ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου