Τετάρτη 27 Μαΐου 2020

Η Τελευταία Ὁμιλία τοῦ Κωνσταντίνου Παλαιολόγου κατά τον ιστορικό Γ. Φραντζή (ή Σφραντζή). L'ultimo discorso di Konstantinos Paleologos secondo lo storico G. Frantzis (o Sfrantzis).

Ήταν μια Κυριακή 27 του Μάη εκείνη [567 χρόνια πριν απο σήμερα] που ο πρώτος και μοναδικός Αυτοκράτορας των Ρωμαίων, των Γραικών δηλαδή, ο οποίος είχε στεφθή "Βασιλεύς¨ στην κυρίως Ελλάδα (στον Μυστρά), συγκεντρώνοντας όλο το διαθέσιμο στράτευμα, μαζί με άρχοντες και απλούς πολίτες, κοντά στην Αγία Σοφία, μίλησε με λόγια αντρειωμένου.
Κόντευαν δυό μήνες ("πεντήκοντα καὶ ἑπτὰ ἡμέρας) απο τότε που οι Τούρκοι πολιορκούσαν την Κωνσταντινούπολι και κονιορτοποιούσαν με το πυροβολικό τους τα τείχη. Ο Κωνσταντίνος είχε απορρίψει όλες τις προτάσεις παράδοσης της Πόλης στον Μωάμεθ ( "αὐτὸν τον ἀλιτήριο, τον δυσσεβὴ ἀμηρᾶ"), και παρ' όλες τις αντιξοότητες συνέχιζε να ενθαρρύνει τους αξιωματικούς και τους στρατιώτες του.
Εκείνη την τελευταία φορά, μίλησε με ταπείνωσι (απο την αρχή μέχρι το τέλος τους αποκαλεί "αδελφούς") και μαζί με ήθος αρχαίου Έλληνα πολεμιστή. Τους μίλησε καί στην καρδιά καί στο μυαλό. Όταν τους μίλησε για την πολεμική τους αλκή και την ανωτερότητα (ως ἀπόγονοι "Ἑλλήνων καὶ Ῥωμαίων") πέρα απο ποσοτικά δεδομένα "εἰ καὶ ὀλίγοι πάνυ ἐσμέν, ἀλλὰ πάντες ἐπιδέξιοι καὶ ἐπιτήδειοι ῥωμαλέοι τὲ καὶ ἰσχυροὶ καὶ μεγαλήτορες", η σκέψι του πιθανότατα θα πήγε στον πρόσφατα εκλιπόντα μεγάλο δάσκαλο της ελληνικής παιδείας, τον Νεοπλατωνιστή Γεώργιο Γεμιστό ή Πλήθωνα και στην αλήθεια των λόγων του ""εσμέν γαρ ών ηγείσθέ τε και βασιλεύετε Έλληνες το γένος, ως ήτε φωνή και πάτριος παιδεία μαρτυρεί".  Τους παρακάλεσε να αγωνισθούν μέχρις θανάτου (ἀγωνίζεσθαι ἕως θανάτου) και  να προτιμήσουν ένεκα της ελευθερίας τον θάνατο, (ἀποθανεῖν μᾶλλον ἢ ζῆν). Να δώσουν και την ζωήν τους για αυτήν την Αγία Πόλι που αφιερωμένη στην Θεοτόκο, έχει αυτήν την αειπάρθενον Κόρη Υπέρμαχον, ("τοῦ κυρίαν εἶναι καὶ βοηθὸν καὶ σκέπην τῇ ἡμετέρᾳ πατρίδι καὶ καταφύγιον τῶν Χριστιανῶν, ἐλπίδα καὶ χαρὰν πάντων τῶν Ἑλλήνων")!
Στο τέλος του λόγου του για δεύτερη φορά αναφέρεται στο ενδεχόμενο να χαθούν εάν αυτό συμβαδίσει με το θέλημα του Θεού, αλλά αυτοί και πάλι πρέπει να μείνουν ακλόνητοι στο χρέος τους και η υστεροφημία θα είναι ο δίκαιος στέφανος του υπέρ της πίστεως και της ελευθερίας αγώνα τους ("ἵνα τὸ μνημόσυνον ὑμῶν καὶ ἡ μνήμη καὶ ἡ φήμη καὶ ἡ ἐλευθερία αἰωνίως γενήσηται.")΄.


[ΣΗΜ. Για κάτι τέτοια ο Εγγονόπουλος, εξυμνών τον "Μπολιβάρ" του, ανεφώνει μεταξύ άλλων:
«Μπολιβάρ, είσαι ωραίος σαν Έλληνας» (...)
«Μήπως νάσαι, άραγες, μια από τις μύριες μορφές που πήρε, 
κι άφησε, διαδοχικά, ο Κωνσταντίνος Παλαιολόγος;»
 
Για τους ίδιους λόγους κι ο ...Σελλενίδης προσκυνών την χάρι τού εθνομάρτυρα Παλαιολόγου, τον προσφωνεί κραυγάζων:
 
Κωνσταντίνε, είσαι ωραίος, σάν αρχαίος Έλληνας! ]

 .........................................

Ὁμιλία τοῦ Αὐτοκράτορα Κωνσταντίνου ΙΑ’ Παλαιολόγου 
πρὶν τὴν ἅλωσι τῆς Κωνσταντινουπόλεως
 

Ὑμεῖς μέν, εὐγενέστατοι ἄρχοντες καὶ ἐκλαμπρότατοι δήμαρχοι καὶ στρατηγοὶ καὶ γενναιότατοι στρατιῶται καὶ πᾶς ὁ πιστὸς καὶ τίμιος λαός, καλῶς οἴδατε ὅτι ἔφθασεν ἡ ὥρα καὶ ὁ ἐχθρὸς τῆς πίστεως ἡμῶν βούλεται ἵνα μετὰ πάσης τέχνης καὶ μηχανῆς ἰσχυροτέρως στενοχωρήσῃ ἡμᾶς καὶ πόλεμον σφοδρὸν μετὰ συμπλοκῆς μεγάλης καὶ συρρήξεως ἐκ τῆς χέρσου καὶ θαλάσσης δώσῃ ἡμῖν μετὰ πάσης δυνάμεως, ἵνα, εἰ δυνατόν, ὡς ὄφις τὸν ἱὸν ἐκχύσῃ καὶ ὡς λέων ἀνήμερος καταπίῃ ἡμᾶς. Διὰ τοῦτο λέγω καὶ παρακαλῶ ὑμᾶς ἵνα στῆτε ἀνδρείως καὶ μετὰ γενναίας ψυχῆς, ὡς πάντοτε ἕως τοῦ νῦν ἐποιήσατε, κατὰ τῶν ἐχθρῶν τῆς πίστεως ἡμῶν. Παραδίδωμι δὲ ὑμῖν τὴν ἐκλαμπροτάτην καὶ περίφημον ταύτην πόλιν καὶ πατρίδα ἡμῶν καὶ βασιλεύουσαν τῶν πόλεων. Καλῶς οὖν οἴδατε, ἀδελφοί, ὅτι διὰ τέσσερα τινὰ ὀφείλεται κοινῶς ἐσμεν πάντες ἵνα προτιμήσωμεν ἀποθανεῖν μᾶλλον ἢ ζῆν, πρῶτον μὲν ὑπὲρ τῆς πίστεως ἡμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὑπὲρ πατρίδος, τρίτον ὑπὲρ τοῦ βασιλέως ὡς Χριστοῦ Κυρίου, καὶ τέταρτον ὑπὲρ συγγενῶν καὶ φίλων. Λοιπόν, ἀδελφοί, ἐὰν χρεῶσται ἐσμεν ὑπὲρ ἑνὸς ἐκ τῶν τεσσάρων ἀγωνίζεσθαι ἕως θανάτου πολλῷ μᾶλλον ὑπὲρ πάντων ἡμεῖς, ὡς βλέπετε προφανῶς, καὶ ἐκ πάντων μέλλομεν ζημιωθῆναι.
Ἐὰν διὰ τὰ ἐμὰ πλημμελήματα παραχωρήσῃ ὁ Θεὸς τὴν νίκην τοῖς ἀσεβέσιν, ὑπὲρ τῆς πίστεως ἡμῶν τῆς ἁγίας, ἣν Χριστὸς ἐν τῷ οἰκείῳ αἵματι ἡμῖν ἐδωρήσατο, κινδυνεύομεν, ὃ ἐστι κεφάλαιον πάντων. Καὶ ἐὰν τὸν κόσμον ὄλον κερδίσῃ τις καὶ τὴν ψυχὴν ζημιωθῇ, τί τὸ ὄφελος; Δεύτερον πατρίδα περίφημον τοιούτως ὑστερούμεθα καὶ τὴν ἐλευθερίαν ἡμῶν. Τρίτον βασιλείαν τήν ποτε μὲν περιφανῆ, νῦν δὲ τεταπεινωμένην καὶ ἐξουθενωμένην ἀπωλέσαμεν, καὶ ὑπὸ τοῦ τυράννου καὶ ἀσεβοῦς ἄρχεται. Τέταρτον δὲ καὶ φιλτάτων τέκνων καὶ συμβίων καὶ συγγενῶν ὑστερούμεθα. Αὐτὸς δὲ ὁ ἀλιτήριος ὁ ἀμηρᾶς πεντήκοντα καὶ ἑπτὰ ἡμέρας ἄγει σήμερον ἀφ᾿ οὗ ἡμᾶς ἐλθὼν ἀπέκλεισεν καὶ μετὰ πάσης μηχανῆς καὶ ἰσχύος καθ᾿ ἡμέραν τὲ καὶ νύκτα οὐκ ἐπαύσατο πολιορκὼν ἡμᾶς καὶ χάριτι τοῦ παντεπόπτου Χριστοῦ Κυρίου ἡμῶν ἐκ τῶν τειχῶν μετὰ αἰσχύνης ἄχρι τοῦ νῦν πολλάκις κακῶς ἀπεπέμφθη. Τὰ νῦν δὲ πάλιν, ἀδελφοί, μὴ δειλιάσητε, ἐὰν καὶ τοῖχος μακρόθεν ὀλίγον ἐκ τῶν κρότων καὶ τῶν πτωμάτων τῶν ἑλεπόλεων ἔπεσε, διότι, ὡς ὑμεῖς θεωρεῖτε, κατὰ τὸ δυνατὸν ἐδιορθώσαμεν πάλιν αὐτό. Ἡμεῖς πάσαν τὴν ἐλπίδα εἰς τὴν ἄμαχον δόξαν τοῦ Θεοῦ ἀνεθέμεθα, οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις καὶ δυνάμει καὶ πλήθει, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν πεποίθαμεν, δεύτερον δὲ καὶ ἐν ταῖς ἡμετέραις χερσὶ καὶ ῥωμαλαιότητι, ἣν ἐδωρήσατο ἡμῖν ἡ θεία δύναμις. Γνωρίζω δὲ ὅτι αὕτη ἡ μυριαρίθμητος ἀγέλη τῶν ἀσεβῶν, καθῶς ἡ αὐτῶν συνήθεια, ἐλεύσονται καθ᾿ ἡμῶν μετὰ βαναύσου καὶ ἐπηρμένης ὀφρύος καὶ θάρσους πολλοῦ καὶ βίας, ἵνα διὰ τὴν ὀλιγότητα ἡμῶν θλίψωσι καὶ ἐκ τοῦ κόπου στενοχωρήσωσι, καὶ μετὰ φωνῶν μεγάλων καὶ ἀλαλαγμῶν ἀναριθμήτων, ἵνα ἡμᾶς φοβήσωσι. Τὰς τοιαύτας αὐτῶν φλυαρίας καλῶς οἴδατε, καὶ οὐ χρὴ λέγειν περὶ τούτων. Καὶ ὥρα ὀλίγοι τοιαῦτα ποιήσωσι, καὶ ἀναριθμήτους πέτρας καὶ ἕτερα βέλη καὶ ἐλεβολίσκους, ὡσεὶ ἄμμον θαλασσῶν ἄνωθεν ἡμῶν πτήσουσι, δι᾿ ὧν, ἐλπίζω γάρ, οὐ βλάψωσι, διότι ὑμᾶς θεωρῶ καὶ λίαν ἀγάλλομαι καὶ τοιαύταις ἐλπίσι τὸν λογισμὸν τρέφομαι, ὅτι εἰ καὶ ὀλίγοι πάνυ ἐσμέν, ἀλλὰ πάντες ἐπιδέξιοι καὶ ἐπιτήδειοι ῥωμαλέοι τὲ καὶ ἰσχυροὶ καὶ μεγαλήτορες καὶ καλῶς προπαρασκευασμένοι ὑπάρχετε. Ταῖς ἀσπίσιν ὑμῶν καλῶς τὴν κεφαλὴν σκέπεσθε ἐπὶ τῇ συμπλοκῇ καὶ συρρήξει. Ἡ δεξιὰ ὑμῶν ἣ τὴν ρομφαίαν ἔχουσα μακρὰν ἔστω πάντοτε. Αἱ περικεφαλαῖαι ὑμῶν καὶ οἱ θώρακες καὶ οἱ σιδηροὶ ἱματισμοὶ λίαν εἰσὶν ἱκανοὶ ἅμα καὶ τοῖς λοιποῖς ὅπλοις, καὶ ἐν τῇ συμπλοκῇ ἔσονται πάνυ ὠφέλιμα, ἃ οἱ ἐναντίοι οὐ χρῶνται, ἀλλ᾿ οὔτε κέκτηνται.
Καὶ ὑμεῖς ἔσωθεν τῶν τειχῶν ὑπάρχετε σκεπόμενοι, οἱ δὲ ἀσκεπεῖς μετὰ κόπου ἔρχονται. Διό, ὢ συστρατιῶται γίγνεσθε ἕτοιμοι καὶ στερεοὶ καὶ μεγαλόψυχοι διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ. Μιμηθῆτε τούς ποτε τῶν Καρχηδονίων ὀλίγους ἐλέφαντας, πῶς τοσούτον πλῆθος ἵππων Ῥωμαίων τῇ φωνῇ καὶ θέα ἐδίωξαν, καὶ ἐὰν ζῷον ἄλογον ἐδίωξε πόσον μᾶλλον ἡμεῖς ἡ τῶν ζῴων καὶ ἀλόγων ὑπάρχοντες κύριοι, καὶ οἱ καθ᾿ ἡμῶν ἐρχόμενοι ἵνα παράταξιν μεθ᾿ ἡμῶν ποιήσωσιν ὡς ζῶα ἄλογα καὶ χείρονές εἰσιν. Οἱ πέλται ὑμῶν καὶ ῥομφαῖοι καὶ τὰ τόξα καὶ ἀκόντια πρὸς αὐτοὺς πεμπέτωσαν παρ᾿ ἡμῶν. Καὶ οὕτως λογίσθητε ὡς ἐπὶ ἀγρίων χοίρων καὶ πληθὺν κυνήγιον, ἵνα γνώσωσιν οἱ ἀσεβεῖς ὅτι οὐ μετὰ ἀλόγων ζῴων ὡς αὐτοί, παράταξιν ἔχουσιν, ἀλλὰ μετὰ κυρίων καὶ αὐθεντῶν αὐτῶν καὶ ἀπογόνων Ἑλλήνων καὶ Ῥωμαίων. Οἴδατε καλῶς ὅτι ὁ δυσσεβὴς αὐτὸς ὁ ἀμηρᾶς καὶ ἐχθρὸς τῆς ἁγίας ἠμῶν πίστεως χωρὶς εὔλογον αἰτίας τινὸς τὴν ἀγάπην ἣν εἴχομεν ἔλυσεν, καὶ τοὺς ὅρκους αὐτοῦ τοὺς πολλοὺς ἠθέτησεν ἀντ᾿ οὐδενὸς λογιζόμενος καὶ ἐλθῶν αἰφνιδίως φρούριον ἐποίησεν ἐπὶ τὸ στενὸν τοῦ Ἀσωμάτου, ἵνα καθ᾿ ἑκάστην ἡμέραν δύνηται βλάπτειν ἡμᾶς. Τοὺς ἀγροὺς ἡμῶν καὶ κήπους καὶ παραδείσους καὶ οἴκους πυριαλώτους ἐποίησε, τοὺς ἀδελφοὺς ἡμῶν τοὺς Χριστιανοὺς ὅσους εὗρεν, ἐθανάτωσε καὶ ἠχμαλώτευσε, τὴν φιλίαν ἡμῶν ἔλυσεν. Τοὺς δὲ τοῦ Γαλατά, ἐφιλίωσε, καὶ αὐτοὶ χαίρονται, μὴ εἰδότες καὶ αὐτοὶ οἱ ταλαίπωροι τὸν τοῦ γεωργοῦ παιδὸς μύθον, τοῦ ἐψήνοντος τοὺς κοχλίας καὶ εἰπόντος. Ὢ ἀνόητα ζῶα, καὶ τὰ ἑξῆς.
Ἐλθὼν οὖν ἀδελφοί, ἡμᾶς ἀπέκλεισε, καὶ καθ᾿ ἑκάστην τὸ ἀχανὲς αὐτοῦ στόμα χάσκων, πῶς εὓρη καιρὸν ἐπιτήδειον ἵνα καταπίῃ ἡμᾶς καὶ τὴν πόλιν ταύτην, ἣν ἀνήγειρεν ὁ τρισμακάριστος ἐκεῖνος καὶ τῇ πανάγνῳ δεσποίνῃ ἡμῶν θεοτόκῳ καὶ ἀειπαρθένω Μαρία ἀφιέρωσεν καὶ ἐχαρίσατο τοῦ κυρίαν εἶναι καὶ βοηθὸν καὶ σκέπην τῇ ἡμετέρᾳ πατρίδι καὶ καταφύγιον τῶν Χριστιανῶν, ἐλπίδα καὶ χαρὰν πάντων τῶν Ἑλλήνων τὸ καύχημα πάσι τοῖς ὦσιν ὑπὸ τὴν τοῦ ἡλίου ἀνατολήν. Καὶ οὗτος ὁ ἀσεβέστατος τήν ποτε περιφανῆ καὶ ὀμφακλίζουσαν ὡς ῥόδον τοῦ ἀγροῦ βούλεται ποιῆσαι ὑπ᾿ αὐτόν. Ἣ ἐδούλωσε σχεδόν, δύναμαι εἰπεῖν, πάσαν τὴν ὑφ᾿ ἥλιον καὶ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτῆς Πόντον καὶ Ἀρμενίαν, Περσίαν καὶ Παμφλαγονίαν, Ἀμαζόνας καὶ Καππαδοκίαν, Γαλατίαν καὶ Μηδίαν Κολχοὺς καὶ Ἴβηρας, Βοσποριανοὺς καὶ Ἀλβάνους Συρίαν καὶ Κιλικίαν καὶ Μεσοποταμίαν, Φοινίκην, Βακτριανοὺς καὶ Σκύθας, Μακεδονίαν καὶ Θετταλίαν, Ἑλλάδα, Βοιωτία, Λοκροὺς καὶ Αἰτωλούς, Ἀκαρνανίαν, Ἀχαΐαν καὶ Πελοπόννησον, Ἤπειρον καὶ τὸ Ἰλλυρικὸν Λύχνιτας κατὰ τὸ Ἀνδριατικόν, Ἰταλίαν, Τουσκίνους, Κέλτους καὶ Κελτογαλάτας, Ἰβηρίαν τὲ καὶ ἕως τῶν Γαδείρων, Λιβύαν καὶ Μαυρητανίαν καὶ Μαυρουσίαν, Αἰθιοπίαν, Βελέδας, Σκούδην, Νουμιδίαν καὶ Ἀφρικὴν καὶ Αἴγυπτον αὐτὸς τὰ νῦν βούλεται δουλῶσαι καὶ τὴν κυριεύουσαν τῶν πόλεων, ζυγῶ ὑποβαλεῖν καὶ δουλεία καὶ τὰς ἁγίας ἐκκλησίας ἡμῶν, ἔνθα ἐπροσκυνεῖτο ἡ Ἁγία Τριὰς καὶ ἐδοξολογεῖτο τὸ πανάγιον, καὶ ὅπου οἱ ἄγγελοι ἠκούοντο ὑμνεῖν τὸ θεῖον καὶ τὴν ἔνσαρκον τοῦ Θεοῦ Λόγου οἰκονομίαν, βούλεται ποιῆσαι προσκύνημα τῆς αὐτοῦ βλασφημίας καὶ τοῦ φληναφοῦ ψευδοπροφήτου Μωάμεθ, καὶ κατοικητήριον ἀλόγων καὶ καμήλων. Λοιπὸν ἀδελφοὶ καὶ συστρατιῶται, κατὰ νοῦν ἐνθυμηθῆτε ἵνα τὸ μνημόσυνον ὑμῶν καὶ ἡ μνήμη καὶ ἡ φήμη καὶ ἡ ἐλευθερία αἰωνίως γενήσηται.


Ἀπὸ τὸ Χρονικὸν τοῦ Μεγάλου Λογοθέτη Γεωργίου Σφραντζῆ ἢ Φραντζῆ

Ἐκδοθὲν ἐν Κερκύρᾳ ἔτει 1477

Δεν υπάρχουν σχόλια: